ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;ἃ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαιγώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξαςπότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστεεἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσαςκαὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.† ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα† μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδωνἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίρανκαί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔποςδῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργάνεἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδωνἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτοἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα,ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,πόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοιπαῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδοςἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσιῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετράδαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνεςτουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρλεξεῖται δρυμὼς πάντας ἐπερχομένα·ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,ἐξ ὀρέων ἀλαὸν παῖδʼ ἀποδεξαμέναν.ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλατεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.