Όσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶντᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν·σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες.οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχειςπρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,οὐδʼ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισατεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππωνλυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγένταπάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως(συρίγγων ἀίω φθόγγον ὑπαξονίων),μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδʼ ἀλαβάστρως(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήναςοὐδʼ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντοςἔβλεψεν δίναν ἐς διαφαινομέναν·οὐδʼ Ήρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσαπολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,οἷα παρʼ Εὐρώται τοὶ Λακεδαιμόνιοιἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσαχρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵανἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης·οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίτανπέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον·Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατονδᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμαὤιχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ὠικίσατο·