μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον,γνωσεῖται δʼ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονταιἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωιχρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσιφοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.ὣς φαμένα κατένευσε· τὸ δʼ ἐντελές ὧι κʼ ἔπι νεύσηιΠαλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρωνδῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι,λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύειψεύδεα αι θυγάτηρ.ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθετὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,σύν τʼ εὐαγορίαι σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω.χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαιςἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.