κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκενἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.ἔξιθʼ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,ἵππων καὶ σακέων ἁδομένα πατάγωι.σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργοςπίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ,σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ʼς Φυσάδειανἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξαςἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέωντἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέφράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.πότνιʼ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τιταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαιςπουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων¯˘˘¯˘˘¯˘; ἢ εἰς Ἁλίαρτον ἐλαύνοιἵππως, Βοιωτῶν ἔργα διερχομένα,ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσοςκαὶ βωμοὶ ποταμῶι κεῖντʼ ἐπὶ Κουραλίωι·πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαιἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.δή ποκα γὰρ πέπλων λυσομένα περόναςἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαιλῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένειαπερκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·διψάσας δʼ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας,σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνατίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,