ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτηνσειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι·Θ̔ήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνοθηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπονΠαρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·ἀλλʼ ἔμπης ἐρέω τι τορώτερον ἢ ἀπὸ δάφνης.φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσωντόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικόςἔλλαχες. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρώνἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμηνʼ.ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληεςἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρηΒοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,ἄψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυροςκαὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων·Ήρη σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτοοὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχειςἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖαʼΝύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρίκοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωιλισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖομοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαισήμερον ἐξαπίνης;ʼ ὃ δʼ ἀνήκοος. ʼὦ ἐμὸν ἄχθος,ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖοὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.ʼ