πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνηςἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπουναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντεςοἳ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξύνἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρμέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρονἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόνπαρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαιγείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντουκύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἣ μὲν ἁπάσαιςδεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδαςἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνηΖηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσωσπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώτειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροίγαῖαν ἐποπτεύοντες, ὃ μὲν πέδον ἠπείροιοἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμουθοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππωἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·ἣ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάωνἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.ἔνθʼ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώμίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν ΑὔγηςΠαρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός.φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείναςἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δʼ ἐφέποντοΔίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαιἸσμηνοῦ χέρα πατρός, ὃ δʼ εἵπετο πολλὸν ὄπισθενἈσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.ἣ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφηαὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν