τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότʼ ἀείσειςδῆλον, Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαιΚυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαιἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέονταλοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσηιἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν ἈπόλλωνΚύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.κείνη δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλήξαἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποιςπόντωι ἐνεστήρικται· ὃ δʼ ἀμφί ἑ πουλὺς ἑλίσσωνἸκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,ὁππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύννῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει.ἣ δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖοὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς ἘλλοπιήωνΣαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπριςἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων.κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιενΣτρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος·Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνωνἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,νήσους εἰναλίας εἰργάζετο, νέρθε δʼ ἐλάσσαςἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,πρυμνόθεν ἐρρίζωσε· σὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν τοιἈστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρονοὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.