τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβωνʼλητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγεπότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλαςλουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας)· ἀλλά μοι Ἥρηδαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδροςοὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖαβυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαιἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάωνδιψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρεινκαὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.ʼεἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ ἌρηςΠαγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείραςἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα·ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆιδούρατος· ἣ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσηςοὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖςἐσχατιαὶ Πίνδοιο, φόβωι δʼ ὠρχήσατο πᾶσαΘεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος.ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιοσείονται μυχὰ πάντα κατουδαίοιο γίγαντοςεἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρηςἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητεςκαὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο·Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίωςκαρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων,σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδεἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ.ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσουςεἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντοςσπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆςπανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,