δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαιεἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.Ἀστερίηι δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδεἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω·τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖοδέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντονʼ.ἣ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοιΜηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντεςἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηιΜουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάςὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.ὄγδοον οὐκέτʼ ἄεισαν, ὃ δʼ ἔκθορεν, αἳ δʼ ἐπὶ μακρὸννύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθήρχάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖονὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖοΔήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλληγαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.ὧδε σὺ μὲν κατέλεξας· ὃ δὲ γλυκὺν ἔσπασε μαζόν.τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνουκλήζηι, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυώοὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαίπέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσηνκλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης