οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοιἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Πελασγοίτηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴηςἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντωνεἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρόςὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν ἈριμασπῶνΟὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότʼ ἄριστοιἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιοςἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτηνπαρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλωνἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοικύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραιςἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμαΚύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύςεἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντεςΠασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθουπότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦκύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ ΦοίβωιΚεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτηςἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφηὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι