τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·ʼἭρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰςὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ.ἔννεπες· ἣ δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστονγαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωιΝεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοιςφοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆςτειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις;αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ.νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστοςδὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος,ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάωνσὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαιγνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλληνθηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοιςὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆιʼ.ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆςὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιοτυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείαςἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηιδεσπότις. ἣ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδαʼοὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθελάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαί