ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερτῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρωνῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλοςἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρηνἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαιἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποιἠέλιον φορέουσιν· ὃ δʼ εἴσεται ἤθεα πατρός.καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλοςὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιρανβαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηαὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντοςῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοιτείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,φρούρια καὶκαὶ πεδία Κρισσαῖα καὶ ἤπειροιἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸνγείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγεςδυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖοφάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τεἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωιστήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωιἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαικείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντινὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα.τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.ʼαἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις,Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·φλεξας ἐπεὶ περικαίεο πυρί,