ʼΚύκλωπες κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξονἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνωντεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρονθηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιενʼ.ἔννεπες· οἳ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο δαῖμον.αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλινἈρκαδικὴν ἔπι Πανός. ὃ δὲ κρέα λυγκὸς ἔταμνεΜαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούςτρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέονταςαὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκεθάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαιὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαίσημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιοσκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηιςαἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,μάσσονες ἢ ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπεςʼτοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴηʼ.πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσανόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσανἭρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆιὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοιἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,ἐν δʼ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;Μυσῶι ἐν Οὐλύμπωι, φάεος δʼ ἐνέηκας ἀυτμήνἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.ποσσάκι δʼ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,