λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι·ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμενήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκενοὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιοἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωραπρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύνφάεα μουνόγληνα σάκει ἴσα τετραβοείωιδεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσανἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημαφυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτωνἸταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμωνἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρονἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναιοὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαίοὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,Ἄργην ἢ Στερόπην· ὃ δὲ δώματος ἐκ μυχάτοιοἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι·αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσηςδύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,ὤλοψας δὲ βίηιφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦνμεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηιφωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος