τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δρῦν,ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέαςοἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκεςἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαιτίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλητετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμαἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περοἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόνεἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖαθηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονταιὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλωνθηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαικαρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλονΦοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμωνἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσανεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνωιἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνηνκάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκειβάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόνὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούςοὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοίῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείςπαύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,