Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονταικαὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσιπαῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆαʼδός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.δὸς δʼ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρηνοὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺςαὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶναζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκαςμήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμονἥντινα λῆις· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶνμοῦνον ὅτʼ ὀξείηισιν ὑπʼ ὠδίνεσσι γυναῖκεςτειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραιγεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσαμήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίωνʼ.ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸςἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,φῆ δὲ καταρρέζων ʼὅτε μοι τοιαῦτα θέαιναιτίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρηςχωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσʼ ἐθελημόςαἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξεινεἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαιμεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονταιἈρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖςἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσʼ. ὣς ὃ μὲν εἰπὼνμῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη