ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζοςτῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι.Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνηνΚρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτʼ ἔδωκαςαὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρηὙψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαοπότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασίκαλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτραςἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοιδεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.ἤινησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρεςμέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκηςἈρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας·οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπαοὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαιτοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε ΧιτώνηΜιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύςἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνωνπηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶιμείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδεινἔπλεον ἀμφʼ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούραςοὔρεα πλαζομένας Ἀζήνια, τὸν δʼ ἐνὶ ΛούσοιςἩμέρηι, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραιἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντοφηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο