πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωιστησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαιλεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι(οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο,ἔργον Ἀθηναίης ἐλάφωι κακόν)· ἔδραμε δʼ ἠχώΣάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσινοὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλονδωμήθη, τοῦ δʼ οὔτι θεώτερον ὄψεται ἠώςοὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησεΛύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶνἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρʼ αὐτόνκεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλενοὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλοςὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαινοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖβωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος,οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)·χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι.