τῆι ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσαςψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαιἭρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσινὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν·ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντοὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σʼ ἐφʼ ἕδρηνπάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.ἡνίκα δʼ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονταιἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖοἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσαἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦτετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίωι ἀροτῆρι·ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαικόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶενεἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισταιτέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνονἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆταιδίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δʼ ἔξοχα νυμφέωνφίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνωςπτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.ἣ δʼ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,ἄλλοτε δʼ εἱαμενῆισιν· ὃ δʼ ἐννέα μῆνας ἐφοίταπαίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντονπρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήωνδίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνεςνύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφηΔικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούςἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι