ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονιτῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθονἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖςπένθος μέγιστον καὶ διʼ αἰῶνος πάτραςἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης.μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰςνήπαυστον αἰάζουσα καὶ γοωμένηδαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼςἐσθῆτα προστρόπαιον ἐγχλαινούμενοςαὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον.κρατὸς δʼ ἄκουρος νῶτα καλλυνεῖ φόβη,μνήμην παλαιῶν τημελοῦσʼ ὀδυρμάτων.πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίανἄρουραν οἰκήσουσιν, ἔνθα δύσμοροςΚάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμωνκεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.πόλιν δʼ ὁμοίαν Ἰλίῳ δυσδαίμονεςδείμαντες, ἀλγυνοῦσι Λαφρίαν κόρηνσάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶςτοὺς πρόσθʼ ἔδεθλον Ξουθίδας ᾠκηκότας.γλήναις δʼ ἄγαλμα ταῖς ἀναιμάτοις μύσει,στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβηνλεῦσσον φόνον τʼ ἔμφυλον ἀγραύλων λύκων,ὅταν θανὼν λῄταρχος ἱρείας σκύλαξπρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ.ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίουςλίνου θʼ ἁλισμήκτοιο δειραίαν ἄκρανἈμαζόνος σύγκληρον ἄρσονται πέδον,δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι,ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρηςπλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα.ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶςπιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ