λέξω τὰ πάντα νητρεκῶς, ἅ μʼ ἱστορεῖς,ἀρχῆς ἀπʼ ἄκρας· ἢν δὲ μηκυνθῇ λόγος,σύγγνωθι δέσποτʼ· οὐ γὰρ ἥσυχος κόρηἔλυσε χρησμῶν, ὡς πρίν, αἰόλον στόμα,ἀλλʼ ἄσπετον χέασα παμμιγῆ βοὴνδαφνηφάγων φοίβαζεν ἐκ λαιμῶν ὄπα,Σφιγγὸς κελαινῆς γῆρυν ἐκμιμουμένη.τῶν ἅσσα θυμῷ καὶ διὰ μνήμης ἔχω,κλύοις ἄν, ὦναξ, κἀναπεμπάζων φρενὶπυκνῇ διοίχνει δυσφάτους αἰνιγμάτωνοἴμας τυλίσσων, ᾗπερ εὐμαθὴς τρίβοςὀρθῇ κελεύθῳ τἀν σκότῳ ποδηγετεῖ.ἐγὼ δʼ ἄκραν βαλβῖδα μηρίνθου σχάσας,ἄνειμι λοξῶν εἰς διεξόδους ἐπῶν,πρώτην ἀράξας νύσσαν ὡς πτηνὸς δρομεύς.Ἠὼς μὲν αἰπὺν ἄρτι Φηγίου πάγονκραιπνοῖς ὑπερποτᾶτο Πηγάσου πτεροῖς,Τιθωνὸν ἐν κοίταισι τῆς Κέρνης πέλαςλιποῦσα, τὸν σὸν ἀμφιμήτριον κάσιν.οἱ δʼ οὖσα γρώνης εὐγάληνα χερμάδοςναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσανὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτινἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαιςπελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα,ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένουςἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.ἡ δʼ ἔνθεον σχάσασα βακχεῖον στόμα,ἄτης ἀπʼ ἄκρων βουπλανοκτίστων λόφων,τοιῶνδʼ ἀπʼ ἀρχῆς ἦρχʼ Ἀλεξάνδρα λόγων·αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένηκαὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροιςτριεσπέρου λέοντος, ὅν ποτε γνάθοιςΤρίτωνος ἠμάλαψε κάρχαρος κύων·ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενοςτινθῷ λέβητος ἀφλόγοις ἐπʼ ἐσχάραιςσμήριγγας ἐστάλαξε κωδείας πέδῳ,ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖτύψας ἀτράκτῳ στέρνον, ἔν τʼ αὐλῷ μέσῳ