τεύξει τράφηκι φοινίῳ τετμημένῳ.Κροτωνιᾶται δʼ ἄστυ πέρσουσίν ποτεἈμαζόνος, φθέρσαντες ἄτρομον κόρηνΚλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξδάψουσι πρηνιχθέντες, οὐδʼ ἄτερ πόνωνπύργους διαρραίσουσι Λαυρήτης γόνοι.οἱ δʼ αὖ Τέρειναν, ἔνθα μυδαίνει ποτοῖςὨκίναρος γῆν, φοῖβον ἐκβράσσων ὕδωρ,ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ.τὸν δʼ αὖ τὰ δευτερεῖα καλλιστευμάτωνλαβόντα, καὶ τὸν ἐκ Λυκορμαίων ποτῶνστρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον,τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶΘρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις,τῇ δʼ ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότοςεἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπαςἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα.ἔνθα πλανήτην λυπρὸν ὄψονται βίονΛακμωνίου πίνοντες Αἴαντος ῥοάς.Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροιςχῶρος συνοίκους δέξεται Κόλχων Πόλαις,μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺςΑἴας Κορίνθου τʼ ἀρχός, Εἰδυίας πόσις,τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν,οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ.ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλαςπλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδωνἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκρανἐπώνυμόν ποθʼ ὑστέρῳ χρόνῳ γράφωνκλεινόν θʼ ἵδρυμα παρθένου Λογγάτιδος,Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.Παπποκτόνος δʼ Ὀθρωνὸν οἰκήσει λύκος,τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν.ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπιῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,δίκης ἐάσει τάρροθος Τελφουσία