Ναύαιθος ἔνθα πρὸς κλύδωνʼ ἐρεύγεται.κτενοῦσι δʼ αὐτὸν Αὔσονες Πελλήνιοιβοηδρομοῦντα Λινδίων στρατηλάταις,οὓς τῆλε Θερμύδρου τε Καρπάθου τʼ ὀρῶνπλάνητας αἴθων Θρασκίας πέμψει κύων,ξένην ἐποικήσοντας ὀθνείαν χθόνα.ἐν δʼ αὖ Μακάλλοις σηκὸν ἔγχωροι μέγανὑπὲρ τάφων δείμαντες, αἰανῆ θεὸνλοιβαῖσι κυδανοῦσι καὶ θύσθλοις βοῶν.ὁ δʼ ἱπποτέκτων Λαγαρίας ἐν ἀγκάλαις,ἔγχος πεφρικὼς καὶ φάλαγγα θουρίαν,πατρῷον ὅρκον ἐκτίνων ψευδώμοτον,ὃν ἀμφὶ μήλων τῶν δορικτήτων τάλαςπύργων Κομαιθοῦς συμπεφυρμένων στρατῷστεργοξυνεύνων οὕνεκεν νυμφευμάτωνἈλοῖτιν ἔτλη τὴν Κυδωνίαν Θρασὼὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεὸνΚανδάονʼ ἢ Μάμερτον ὁπλίτην λύκον,ὁ μητρὸς ἐντὸς δελφύος στυγνὴν μάχηνστήσας ἀραγμοῖς πρὸς κασίγνητον χεροῖν,οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάοςοὐδʼ ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων.τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,πύκτην μὲν ἐσθλόν, πτῶκα δʼ ἐν κλόνῳ δορός,καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν·ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου γάνοςἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας,τὰ δʼ ἐργαλεῖα, τοῖσι τέτρηνας βρέταςτεύξει ποτʼ ἐγχώροισι μέρμερον βλάβην,καθιερώσει Μυνδίας ἀνακτόροις.ἄλλοι δʼ ἐνοικήσουσι Σικανῶν χθόνα,πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶςναύταις ἔδωκε Φοινοδάμαντος κόρας,ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰνμολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.αἱ δʼ αὖ παλαιστοῦ μητέρος Ζηρυνθίαςσηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ,μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας,