Μόψον Τιταιρώνειον ἔνθα ναυβάταιθανόντα ταρχύσαντο, τυμβείαν δʼ ὑπὲρκρηπῖδʼ ἀνεστήλωσαν Ἀργῴου δορὸςκλασθὲν πέτευρον, νερτέρων κειμήλιον,Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῥόοςνασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳΤρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴχρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶνμύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος.Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτηθαλασσόπαις δίμορφος αὐδάζει θεός,ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼςἝλληνʼ ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.εὐχὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρκρύψουσʼ ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτηνναύταις συνεκβράσουσι Βορραῖαι πνοαί,τόν τʼ ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων,καὶ τὸν δυνάστην τοῦ πετρωθέντος λύκουἀποινοδόρπου καὶ πάγων Τυμφρηστίων.ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτρανποθοῦντες, οἱ δʼ Ἐχῖνον, οἱ δὲ ΤίταρονἾρόν τε καὶ Τρηχῖνα καὶ ΠερραιβικὴνΓόννον Φάλαννάν τʼ ἠδʼ Ὀλοσσόνων γύαςκαὶ Κασταναίαν, ἀκτέριστον ἐν πέτραιςαἰῶνα κωκύσουσιν ἠλοκισμένοι.ἄλλην δʼ ἐπʼ ἄλλῃ κῆρα κινήσει θεός,λυγρὴν πρὸ νόστου συμφορὰν δωρούμενος.τὸν δʼ Αἰσάρου τε ῥεῖθρα καὶ βραχύπτολιςΟἰνωτρίας γῆς κεγχρίνῃ βεβρωμένονΚρίμισα φιτροῦ δέξεται μιαιφόνον·αὐτὴ γὰρ ἄκραν ἄρδιν εὐθυνεῖ χεροῖνσάλπιγξ ἀποψάλλουσα Μαιώτην πλόκον·Δύρα παρʼ ὄχθαις ὅς ποτε φλέξας θρασὺνλέοντα ῥαιβῷ χεῖρας ὥπλισε Σκύθῃδράκοντʼ ἀφύκτων γομφίων λυροκτύπῳ.Κρᾶθις δὲ τύμβους ὄψεται δεδουπότος,εὐρὰξ Ἀλαίου Παταρέως ἀνακτόρων,