φάλαινα δυσμίσητος ἐξινωμένη,ἱπποβρότους ὠδῖνας οἴξαντος τόκωντῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς·ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸςἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ,λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.Ἐπόψεται δὲ τοὺς θερειπότους γύαςκαὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδαςεὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.καὶ πάντα τλήσεθʼ οὕνεκʼ Αἰγύας κυνὸςτῆς θηλύπαιδος καὶ τριάνορος κόρης.ἥξει δʼ ἀλήτης εἰς Ἰαπύγων στρατόν,καὶ δῶρʼ ἀνάψει παρθένῳ ΣκυλητρίᾳΤαμάσσιον κρατῆρα καὶ βοάγριονκαὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας.ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷὉπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.γυναιξὶ δʼ ἔσται τεθμὸς ἐγχώροις ἀεὶπενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτονκαὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη,μήθʼ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλουςκάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸςχέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.ἥξει δὲ ταύρου γυμνάδας κακοξένουςπάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,Ἅρπης Κρόνου πήδημα Κογχείας θʼ ὕδωρκάμψας, Γονοῦσάν τʼ ἠδὲ Σικανῶν πλάκας,καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφοςἔδειμε πεντήκοντα σὺν ναυηγέταις.κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματατηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδωνοὐδʼ ὀμβρία σμήχουσα δηναιὸν νιφάς.ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλαςμύρμηκες αἰάζουσιν ἐκβεβρασμένουςἔρημον εἰς Ἄτλαντος οἰκητήριονθρυλιγμάτων δέρτροισι προσσεσηρότας·