ἐν ᾗ ποτʼ αὖθις Ἡρακλῆ φθίσει δράκωνΤυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶςκαὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος,ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίονπαιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσιςαὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην,Γλαύκωνος Ἀψύρτοιό τʼ αὐτανεψίας.χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼνἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,γαληνὸν ἦμαρ οὔποτʼ ἐν ζωῇ δρακών.ὦ σχέτλι’, ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳβοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλονκάνθωνʼ ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτιπλασταῖσι λύσσης μηχαναῖς οἰστρημένονἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.Ὁ δʼ αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτηςπλᾶτιν ματεύων, κληδόνων πεπυσμένος,ποθῶν δὲ φάσμα πτηνὸν εἰς αἴθραν φυγόν,ποίους θαλάσσης οὐκ ἐρευνήσει μυχούς;ποίαν δὲ χέρσον οὐκ ἀνιχνεύσει μολών;ἐπόψεται μὲν πρῶτα Τυφῶνος σκοπάς,καὶ πέμπελον γραῦν μαρμαρουμένην δέμας,καὶ τὰς Ἐρεμβῶν ναυβάταις ἠχθημέναςπροβλῆτας ἀκτάς. ὄψεται δὲ τλήμονοςΜύρρας ἐρυμνὸν ἄστυ, τῆς μογοστόκουςὠδῖνας ἐξέλυσε δενδρώδης κλάδος,καὶ τὸν θεᾷ κλαυσθέντα Γαύαντος τάφονΣχοινῇδι μουσόφθαρτον Ἀρέντᾳ Ξένῃ,κραντῆρι λευκῷ τόν ποτʼ ἔκτανε πτέλας.ἐπόψεται δὲ τύρσιας Κηφηίδαςκαὶ Λαφρίου λακτίσμαθʼ Ἑρμαίου ποδὸςδισσάς τε πέτρας, κέπφος αἷς προσήλατοδαιτὸς χατίζων. ἀντὶ θηλείας δʼ ἔβητὸν χρυσόπατρον μόρφνον ἁρπάσας γνάθοις,τὸν ἡπατουργὸν ἄρσενʼ ἀρβυλόπτερον.πεφήσεται δὲ τοῦ θεριστῆρος ξυρῷ