πύργοι κατηρείποντο, τοὶ δὲ λοισθίαννήχοντο μοῖραν προὐμμάτων δεδορκότες.φηγὸν δὲ καὶ δρύκαρπα καὶ γλυκὺν βότρυνφάλλαι τε καὶ δελφῖνες αἵ τʼ ἐπʼ ἀρσένωνφέρβοντο φῶκαι λέκτρα θουρῶσαι βροτῶν.λεύσσω θέοντα γρυνὸν ἐπτερωμένοντρήρωνος εἰς ἅρπαγμα Πεφναίας κυνός,ἣν τόργος ὑγρόφοιτος ἐκλοχεύεται,κελυφάνου στρόβιλον ὠστρακωμένην.καὶ δή σε ναύτην Ἁχερουσία τρίβοςκαταιβάτις πύγαργον, οὐ πατρὸς κόπρουςστείβοντα ῥακτῶν βουστάθμων, ξενώσεται,ὡς πρόσθε, κάλλους τὸν θυωρίτην τριπλαῖς.ἀλλʼ ὀστρίμων μὲν ἀντὶ Γαμφηλὰς ὄνουκαὶ Λᾶν περάσεις, ἀντὶ δʼ εὐχίλου κάπηςκαὶ μηλιαυθμῶν ἠδὲ χερσαίας πλάτηςτράμπις σʼ ὀχήσει καὶ Φερέκλειοι πόδεςδισσὰς σαλάμβας κἀπὶ Γυθείου πλάκας,ἐν αἷσι πρὸς κύνουρα καμπύλους σχάσαςπεύκης ὀδόντας, ἕκτορας πλημμυρίδος,σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,δυοῖν πελειαῖν ὠρφανισμένην γονῆςκαὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχωνληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ,Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματαφλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ,θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τʼ ἄκραν,αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.νήσῳ δʼ ἐνὶ δράκοντος ἐκχέας πόθονἈκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτωνκεναῖς ἀφάσσων ὠλέναισι δέμνια.ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσιςστυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεταικαὶ δάκρυ, νῆις δʼ ἐστὶ καὶ τητώμενοςἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτʼ εἰς ἐπακτίανΤρίτωνος ἐκβολαῖσιν ἠλοκισμένηνχέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ,