ἀλλʼ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλαςκαὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰςστῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνηςΠαλληνίαν ἐπῆλθε γηγενῶν τροφόν—κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκηςτῆς θʼ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος·ὃς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφουςχρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενοςοὐδʼ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοιςσύνδορπον Αἰγαίωνος ἁγνίτην πάγονἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,ἄσιτα κἀδώρητα φορμίζων μέλη·κλαίων δὲ πάτραν τὴν πρὶν ᾐθαλωμένηνἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένοςτῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖςπήναις κατεκλώσαντο δηναιᾶς Ἁλόςνυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους,πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας,τὸν δʼ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶνβλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον,Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲἝρκυννʼ Ἐρινὺς Θουρία Ξιφηφόροςἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ,τὸν ὠλενίτην χόνδρον ἐνδατουμένη.ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθονφυγόντα Ναυμέδοντος ἁρπακτήριονἔστειλʼ Ἐρεχθεὺς εἰς Λετριναίους γύαςλευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν,τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας,