πατρὸς παλαιστοῦ χερσὶν ὀχμάσας δέμαςΚρόνου παρʼ αἰπὺν ὄχθον, ἔνθα γηγενοῦςἵππων ταρακτής ἐστιν Ἰσχένου τάφος,ὁ τὴν θαλάσσης Αὐσονίτιδος μυχοὺςστενοὺς ὀπιπεύουσαν ἀγρίαν κύνακτανὼν ὑπὲρ σπήλυγγος ἰχθυωμένην,ταυροσφάγον λέαιναν, ἣν αὖθις πατὴρσάρκας καταίθων λοφνίσιν δωμήσατο,Λέπτυνιν οὐ τρέμουσαν, οὐδαίαν θεόν·ἐξηνάριξεν ὅν ποτʼ ἀξίφῳ δόλῳνέκυς, τὸν Ἅιδην δεξιούμενον πάλαι·λεύσσω σε, τλῆμον, δεύτερον πυρουμένηνταῖς τʼ Αἰακείοις χερσὶ τοῖς τε ΤαντάλουΛέτριναν οἰκουροῦσι λειψάνοις πυρὸςπαιδὸς καταβρωθέντος αἰθάλῳ δέμας,τοῖς Τευταρείοις βουκόλου πτερώμασι·τὰ πάντα πρὸς φῶς ἡ βαρύζηλος δάμαρ,στείλασα κοῦρον τὸν κατήγορον χθονός,ἄξει, πατρὸς μομφαῖσιν ἠγριωμένη,λέκτρων θʼ ἕκατι τῶν τʼ ἐπεισάκτων γάμων.αὐτὴ δὲ φαρμακουργός, οὐκ ἰάσιμονἕλκος δρακοῦσα τοῦ ξυνευνέτου λυγρὸνΓιγαντοραίστοις ἄρδισιν τετρωμένουπρὸς ἀνθοπλίτου, ξυνὸν ὀγχήσει μόρον,πύργων ἀπʼ ἄκρων πρὸς νεόδμητον νέκυνῥοιζηδὸν ἐκβράσασα κύμβαχον δέμας·πόθῳ δὲ τοῦ θανόντος ἠγκιστρωμένη,ψυχὴν περὶ σπαίροντι φυσήσει νεκρῷ.στένω, στένω σε δισσὰ καὶ τριπλᾶ, δορὸςαὖθις πρὸς ἀλκὴν καὶ διαρπαγὰς δόμωνκαὶ πῦρ ἐναυγάζουσαν αἰστωτήριον.στένω σε, πάτρα, καὶ τάφους Ἀτλαντίδοςδύπτου κέλωρος, ὅς ποτʼ ἐν ῥαπτῷ κύτει,ὁποῖα πορκὸς Ἰστριεὺς τετρασκελής,ἀσκῷ μονήρης ἀμφελυτρώσας δέμας,Ῥειθυμνιάτης κέπφος ὣς ἐνήξατο,Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶςλιπὼν ἐρυμνὸν κτίσμα Κυρβάντων Σάον,ὅτʼ ἠμάθυνε πᾶσαν ὀμβρήσας χθόναΖηνὸς καχλάζων νασμός· οἱ δὲ πρὸς πέδῳ