στόρθυγξι. νῆσον δʼ εἰς Κρόνῳ στυγουμένηνἅρπην περάσας, μεζέων κρεανόμον,ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις,τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους.οὔπω μάλʼ, οὔπω· μὴ τοσόσδʼ ὕπνος λάβοιλήθης Μέλανθον ἐγκλιθένθʼ Ἱππηγέτην.ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπαςκαὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶνμέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατονμύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρασεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνουςἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶνστυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρεινδέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶνπληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴςσφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι,λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼνἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποιςλώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον.ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικίαὕψιστον ἡμῖν πῆμʼ ἐτέκνωσέν ποτε,μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς,κτῆσίν τε θοίναις Πρωνίων λαφυστίανπρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχών,σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπαςκόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξκέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,Ἀχιλλέως δάμαρτος αὐτανέψιος.μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼςὅ τʼ αἰπὺ ναίων Τραμπύας ἐδέθλιον,