ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς ἘνιπέωςΛευκωσία ῥιφεῖσα τὴν ἐπώνυμονπέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲςγείτων θʼ ὁ Λᾶρις ἐξερεύγονται ποτά.λίγεια δʼ εἰς Τέρειναν ἐκναυσθλώσεται,κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάταικρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρηςὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.πρώτῃ δὲ καὶ ποτʼ αὖθι συγγόνων θεᾷκραίνων ἁπάσης Μόψοπος ναυαρχίαςπλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον,χρησμοῖς πιθήσας. ὅν ποτʼ αὐξήσει λεὼςΝεαπολιτῶν, οἳ παρʼ ἄκλυστον σκέπαςὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.Βύκτας δʼ ἐν ἀσκῷ συγκατακλείσας βοὸςπαλινστροβήτοις πημοναῖς ἀλώμενοςκεραυνίῃ μάστιγι συμφλεχθήσεταικαύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων,Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις,ἀναυλόχητον αὐτοκάβδαλον σκάφοςβῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλαςαὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπινεἰκαῖα γόμφοις προστεταργανωμένην.ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσαςτῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόροναὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖπρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.πόντου δʼ ἄυπνος ἐνσαρούμενος μυχοῖς,ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνοςἔσται. παρʼ ἄλλου δʼ ἄλλος, ὡς πεύκης κλάδον,βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆςἄμπυξ σαώσει στέρνα δεδρυφαγμένονκαὶ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτραςμάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται