ἥξει δʼ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶνκαὶ νεκρόμαντιν πέμπελον διζήσεταιἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας,ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον,πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπαλεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενονθλάσασα καὶ Τυφῶνος ἀγρίου δέμαςφλογμῷ ζέουσα δέξεται μονόστολον,ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένοςδύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.Βαίου δʼ ἀμείψας τοῦ κυβερνήτου τάφονκαὶ Κιμμέρων ἔπαυλα κἀχερουσίανῥόχθοισι κυμαίνουσαν οἴδματος χύσινὌσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶνχωστὰς Ὀβριμοῦς τʼ ἄλσος οὐδαίας Κόρης,Πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατοςτείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος,ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶνπηγαὶ κατʼ Αὐσονῖτιν ἕλκονται χθόνα,λιπὼν δὲ Ληθαιῶνος ὑψηλὸν κλέταςλίμνην τʼ Ἄορνον ἀμφιτορνωτὴν βρόχῳκαὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ,Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺςὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος,μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν·θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος,πήληκα κόρσῃ κίονος προσάρμοσας.κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆςΤυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς,ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένηνΓλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα·οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρηςλοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν