ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ.καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰςἸβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι,γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγουςΣκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θʼ ἕδοςκαὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θʼ ὕδωρ.τοὺς δʼ ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκαςστενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦκαὶ μιξόθηρος ναυτιλοφθόρους σκοπὰςτῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέωςτοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδαἁρπυιογούνων κλώμακάς τʼ ἀηδόνωνπλαγχθέντας, ὠμόσιτα δαιταλωμένους,πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται,λώβαισι παντοίαισιν ἐσπαραγμένους,ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλωνδελφινόσημον κλῶπα Φοινίκης θεᾶς.ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγαςχάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφονχερσὶ προτείνων, τοὐπιδόρπιον ποτόν.ἐπόψεται δὲ λείψανον τοξευμάτωντοῦ Κηραμύντου Πευκέως Παλαίμονος,οἳ πάντα θρανύξαντες εὔτορνα σκάφησχοίνῳ κακὴν τρήσουσι κεστρέων ἄγρην.ἄλλος δʼ ἐπʼ ἄλλῳ μόχθος ἄθλιος μενεῖ,τοῦ πρόσθεν αἰεὶ πλεῖον ἐξωλέστερος.ποία Χάρυβδις οὐχὶ δαίσεται νεκρῶν;ποία δʼ Ἐρινὺς μιξοπάρθενος κύων;τίς οὐκ ἀηδὼν στεῖρα ΚενταυροκτόνοςΑἰτωλὶς ἢ Κουρῆτις αἰόλῳ μέλειπείσει τακῆναι σάρκας ἀκμήνους βορᾶς;ποίαν δὲ θηρόπλαστον οὐκ ἐσόψεταιδράκαιναν, ἐγκυκῶσαν ἀλφίτῳ θρόνα,καὶ κῆρα κνωπόμορφον; οἱ δὲ δύσμοροιστένοντες ἄτας ἐν συφοῖσι φορβάδεςγίγαρτα χιλῷ συμμεμιγμένα τρυγὸςκαὶ στέμφυλα βρύξουσιν. ἀλλά νιν βλάβηςμῶλυς σαώσει ῥίζα καὶ Κτάρος φανεὶςΝωνακριάτης Τρικέφαλος Φαιδρὸς θεός.