ἀγυιοπλαστήσαντες ἐμπέδοις τομαῖςπυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.ὁμοῦ δʼ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπηννύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶνκάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοιςκόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφοςμάζης σπάσονται, προσφιλὲς κνυζούμενοι,τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.Τροιζηνίας δὲ τραῦμα φοιτάδος, πλάνηςἔσται κακῶν τε πημάτων παραίτιον,ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύωνπρὸς λέκτρα. τύμβος δʼ αὐτὸν ἐκσώσει μόρουὉπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.κολοσσοβάμων δʼ ἐν πτυχαῖσιν Αὐσόνωνσταθεὶς ἐρείσει κῶλα χερμάδων ἔπιτοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,τὸν ἑρματίτην νηὸς ἐκβαλὼν πέτρον.κρίσει δʼ Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶςεὐχὰς ἀρούραις ἀμφʼ ἐτητύμους βαλεῖ,Δηοῦς ἀνεῖναι μήποτʼ ὄμπνιον στάχυν,γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσαςχέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών.στήλαις δʼ ἀκινήτοισιν ὀχμάσει πέδον,ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεταιμετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρωςαὐταὶ παλιμπόρευτον ἵξονται βάσινἄνδηρʼ ἀπέζοις ἴχνεσιν δατούμεναι.θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται,ὅσοι παρʼ Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,δράκοντα τὸν φθείραντα Φαίακας κτανών.οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίαςσισυρνοδῦται καρκίνοι πεπλωκότεςἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον,τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνηνἄδορπα παιδεύσουσι νηπίους γονάς.οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ