ταύρους καταξανοῦσιν, ὧν ἀλκὴν ἑνὸςοὐδʼ ὁ Σκιαστὴς Ὀρχιεὺς Τιλφούσιοςἐμέμψατʼ, ἐν χάρμαισι ῥαιβώσας κέρας.καὶ τοὺς μὲν Ἅιδης, τοὺς δʼ Ὀλύμπιοι πλάκεςπαρʼ ἦμαρ αἰεὶ δεξιώσονται ξένους,φιλαυθομαίμους, ἀφθίτους τε καὶ φθιτούς.καὶ τῶν μὲν ἡμῖν εὐνάσει δαίμων δόρυ,βαιόν τι μῆχαρ ἐν κακοῖς δωρούμενος.ἄλλων δʼ ἄπλατον χειρὶ κινήσει νέφος,ὧν οὐδʼ ὁ Ῥοιοῦς ἶνις εὐνάζων μένοςσχήσει, τὸν ἐννέωρον ἐν νήσῳ χρόνονμίμνειν ἀνώγων, θεσφάτοις πεπεισμένους,τροφὴν δʼ ἀμεμφῆ πᾶσι τριπτύχους κόραςἴσκων παρέξειν, Κυνθίαν ὅσοι σκοπὴνμίμνοντες ἠλάσκουσιν Ἰνωποῦ πέλας,Αἰγύπτιον Τρίτωνος ἕλκοντες ποτόν.ἃς δὴ Πρόβλαστος ἐξεπαίδευσε θρασὺςμυληφάτου χιλοῖο δαιδαλευτρίαςἕρπιν τε ῥέζειν ἠδʼ ἀλοιφαῖον λίπος,οἰνοτρόπους Ζάρηκος ἐκγόνους φάβας.αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶντρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτεΣιθῶνος εἰς θυγατρὸς εὐναστήριον.καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαιστρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι·Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίαςλαῶν ἄνακτες, ἀλλʼ ἀνώνυμοι σποραί,πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶςΓόλγων ἀνάσσης· ὧν ὁ μὲν Λάκωνʼ ὄχλονἄγων Θεράπνης, θάτερος δʼ ἀπʼ ὨλένουΔύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ.ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίανπαρʼ Αὐσονίτην Φυλαμὸν δωμήσεται,πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼνοἰωνόμικτον μοῖραν, οἳ θαλασσίανδίαιταν αἰνέσουσι, πορκέων δίκην,κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.ῥάμφεσσι δʼ ἀγρώσσοντες ἐλλόπων θοροὺςφερώνυμον νησῖδα νάσσονται πρόμου,θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῳ