οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ,Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ,ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοιςστέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν,καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγανἐγχώριον γίγαντα δυσμενῶν μοχλὸνἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇμαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.οὗ δή ποτʼ αἴθων πρῶτα καινίσει δόρυκίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφουςἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,Μαζουσία προὔχουσα χερσαίου κέρως.Ἀλλʼ ἔστι γάρ τις, ἔστι καὶ παρʼ ἐλπίδαἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιοςδαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοιςσίνιν καταρρακτῆρα δέξωνται πικρὸνοἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτεμέλλοντες, ἔν τε δαιτὶ καὶ θαλυσίοιςλοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,θήσει βαρὺν κολῳὸν ἐν λέσχαις μέσον.καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξβρύξουσι κηκασμοῖσιν ὠκριωμένοι,αὖθις δʼ ἐναιχμάσουσιν αὐτανέψιοι,ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμουςβιαιοκλῶπας ἁρπαγάς τε συγγόνωνχρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην.ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόροςῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύποςφηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,λέοντα ταύρῳ συμβαλόντα φύλοπιν.ὁ δʼ αὖ σιγύμνῳ πλεύρʼ ἀναρρήξας βοὸςκλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπιπληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ