λυκαινομόρφων Νυκτίμου κρεανόμων,τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴνσπληδῷ κατʼ ἄκρον χεῖμα θαλψάντων πυρός,χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσειβῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος.οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ,βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.ἔγνω δʼ ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος,ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶνμέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν.ὁ δʼ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ,στόρθυγξ δεδουπὼς τὸν κτανόντʼ ἠμύνατο,πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτραςκέλωρ γίγαντος ὅπλα, τοῦ ποτʼ εἰς λέχοςλαθραῖον αὐτόκλητος Ἰδαία πόριςἡ ζῶσʼ ἐς Ἅιδην ἵξεται καταιβάτις,θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς·ὃν δή ποτʼ ἀγρώσσοντα Κρηστώνης ἔχιςκτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει,ὅταν τεκόντος αἰχμάλωτος εἰς χέραςἡ πατρομήτωρ τὸν δνόφῳ τεθραμμένονβάλῃ νεογνὸν σκύμνον. ᾗ μόνῃ ζυγὸνδούλειον ἀμφήρεισαν Ἀκταίων λύκοιτῆς ἁρπαγείσης ἀντίποινα θυιάδος,ὧν ὀστράκου στρόβιλος ἐντετμημένοςκόρσην σκεπάζει ῥῦμα φοινίου δορός.τὰ δʼ ἄλλα θριπόβρωτος ἄψαυστος δόμωνσφραγὶς δοκεύει, θάμβος ἐγχώροις μέγα.ἃ δὴ πρὸς ἄστρων κλίμακα στήσει δρόμοντοῖς ἡμιθνήτοις διπτύχοις Λαπερσίοις·οὓς μήποτʼ, ὦ Ζεῦ σῶτερ, εἰς πάτραν ἐμὴνστείλαις ἀρωγοὺς τῇ δισαρπάγῳ κρεκί,μηδὲ πτερωτὰς ὁπλίσαντες ὁλκάδαςπρύμνης ἀπʼ ἄκρας γυμνὸν αἰψηρὸν πόδαεἰς Βεβρύκων ῥίψειαν ἐκβατηρίαν,μηδʼ οἱ λεόντων τῶνδε καρτερώτεροι,ἀλκὴν ἄμικτοι, τοὺς Ἄρης ἐφίλατο,καὶ δῖ’ Ἐνυώ, καὶ τριγέννητος θεὰΒοαρμία Λογγᾶτις Ὁμολωὶς Βία.