δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴνπύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης.αἰπὺς δʼ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳΜάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδραςδύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίανκαὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆνΜορφὼ παροικήσουσι τὴν Ζηρυνθίαν.Ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένοςΚυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺςπώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίανχέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰχαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένονκέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,ἦμος καταίθων θύσθλα Κωμύρῳ λέωνσφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς,σκύμνον παρʼ ἀγκάλαισιν ἀίτα βράσας.οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιοςπρηστὴρ Ἐνυοῦς, οὔποτʼ εἰς φύζαν τραπεὶςταῦρος βαρύφρων, δυσμενεστάτου ξένωνἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸνπήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται,δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.ἣν δή ποτʼ, ἐν ῥήτραισι δημοτῶν σταθείς,γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶστεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ,τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον.ὁ δʼ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσαςΦόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.Ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών,χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς