τύμβος δὲ γείτων ὄρτυγος πετρουμένηςτρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸνλυπρὸς παρʼ Ἅιδην δεννάσει κακορροθῶν,ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις,ἔρωτας οὐκ ἔρωτας, ἀλλʼ Ἐρινύωνπικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.ἅπασα δʼ ἄλγη δέξεται κωκυμάτων,ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοιΛειβήθριαι σφίγγουσι Δωτίου πύλαι,οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάραῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεταιβρωθεὶς πολυστοίχοισι καμπέων γνάθοιςνήριθμος ἑσμός· οἱ δʼ ἐπὶ ξένης ξένοι,παῶν ἔρημοι δεξιώσονται τάφους.τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,κουροτρόφον πάγουρον Ἠδωνῶν πέλαςκρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας,τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,ὅτʼ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαιἌλεντος οὐκ ἄπωθε καύηκας ποτῶν·τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,συὸς παραπλαγχθέντα θηλείας τόκων,ὅτʼ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴντὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτωνσφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον·τὸν δʼ αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως,αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς·τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲστερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς,ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραιπρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖςαὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες