ἡ δʼ εἰς τέραμνα δουρατογλύφου στέγηςγλήνας ἄνω στρέψασα χώσεται στρατῷ,ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνωνἙλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,οὐκ ὀστοθήκαις, χοιράδων δʼ ἐφημένους,οὐδʼ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρηνκρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,ἀλλʼ οὔνομʼ οἰκτρὸν καὶ κενηρίων γραφὰςθερμοῖς τεκόντων δακρύοις λελουμέναςπαίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξσπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδωνκαὶ πάντα Διρφωσσοῖο καὶ Διακρίωνγωλειὰ καὶ Φόρκυνος οἰκητήριον,ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶνσὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτουδίναις παλιρροίοισιν ἕλκοντος σάλου,ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰςπρὸς τηγάνοισι κρατός, ὧν καταιβάτηςσκηπτὸς κατʼ ὄρφνην γεύσεται δῃουμένων,ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγωνλαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότουσίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.τὸν δʼ οἷα δύπτην κηρύλον διὰ στενοῦαὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,διπλῶν μεταξὺ χοιράδων σαρούμενον.Γυραῖσι δʼ ἐν πέτραισι τερσαίνων πτερὰστάζοντα πόντου, δευτέραν ἅλμην σπάσει,βληθεὶς ἀπʼ ὄχθων τῷ τριωνύχῳ δορί,ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺςἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμουκόκκυγα κομπάζοντα μαψαύρας στόβους.ψυχρὸν δʼ ἐπʼ ἀκταῖς ἐκβεβρασμένον νέκυνδελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸνκρύψει κατοικτίσασα Νησαίας κάσις,δίσκου μεγίστου τάρροθος Κυναιθέως.