σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ·σὲ δʼ ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίουςἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,μητρὸς κελαινῆς χέρνιβας μιμούμενος,ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίανστεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκωνῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.σὲ δʼ ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόναπρέσβυν Δολόγκων δημόλευστον ὠλένῃἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃκρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.ὁ δʼ ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶςκρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ,ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλαςὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών,τὸ πρὶν δʼ ἀμυδρὸν οὔνομʼ αἰστώσας σκότῳ,ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺνἀπεμπολητὴς τῆς φυταλμίας χθονὸςφλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχονἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,τῆς Σισυφείας δʼ ἀγκύλης λαμπουρίδοςλάμψῃ κακὸν φρύκτωρον αὐτανέψιοςτοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσικαὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη,ἐν παρθενῶνος λαΐνου τυκίσμασινἄνις τεράμνων εἰς ἀνώροφον στέγηνεἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸνλίπτοντʼ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,ὡς δὴ κορείαν ἄφθιτον πεπαμένηπρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασιτῆς μισονύμφου Λαφρίας Πυλάτιδος,τῆμος βιαίως φάσσα πρὸς τόργου λέχοςγαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρηνἀρωγὸν αὐδάξασα τάρροθον γάμων.