ὦ δαῖμον, οἷον κίονʼ αἰστώσεις δόμων,ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας·οὐ μὴν ἀνατεί γʼ οὐδʼ ἄνευ μόχθων πικρῶνπένθους θʼ ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός,ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ,ἀλλʼ ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼνπεύκαις βίου βαλβῖδα συμφλεχθήσεται,καλῶν ἐπʼ εὐχαῖς πλεῖστα Φύξιον Δίαπορθουμένοισι κῆρας ἀρκέσαι πικράς.τότʼ οὔτε τάφρος, οὔτε ναυλόχων σταθμῶνπρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ,οὐ γεῖσα χραισμήσουσιν, οὐδʼ ἐπάλξιες·ἀλλʼ ὡς μέλισσαι συμπεφυρμένοι καπνῷκαὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖςἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνουςπυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίωνπηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν.πολλοὺς δʼ ἀριστεῖς πρωτόλειά θʼ Ἑλλάδοςαἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους,αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες,φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,τὰς σὰς στένουσα καὶ διʼ αἰῶνος ταφάς.οἰκτρὸν γάρ, οἰκτρὸν κεῖνʼ ἐπόψομαι φάοςκαὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος,μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,ὅς τʼ ἄγριον δράκοντα πυρφόρῳ βαλὼνἴυγγι τόξων, τὸν τυπέντα δʼ ἐν βρόχοιςμάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόναςκαὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ.ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνιςχανοῦσα κευθμῷ χείσεται διασφάγος,λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,ἵνʼ ἄλμα πάππου καὶ χαμευνάδος μόροιτῆς λαθρονύμφου πόρτιος μεμιγμένοι