μνήμων ἐφετμάς, ἀλλὰ ληθάργῳ σφαλείς,πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.καὶ δὴ στένει Μύρινα καὶ παράκτιοιἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸςεἰς θῖνʼ ἐρείσας λοισθίαν αἴθων λύκοςκρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον.ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένηκεῖται, πέφρικαν δʼ ὥστε ληίου γύαιλόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοιἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας,γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,ἄλλην ἐπʼ ἄλλῃ συμφορὰν δεδεγμένων.Ἐκεῖνό σʼ, ὦ τάλαινα καρδία, κακὸνἐκεῖνο δάψει πημάτων ὑπέρτατον,εὖτʼ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων,πτεροῖσι χέρσον αἰετὸς διαγράφωνῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,κλάζων τʼ ἄμικτον στόματι ῥιγίστην βοήν,τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφινΠτῴου τε πατρός ἁρπάσας μετάρσιον,ὄνυξι γαμφηλαῖσί θʼ αἱμάσσων δέμας,ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,λευρᾶς βοώτης γατομῶν διʼ αὔλακος.λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον,αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσονΠακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένοςνύμφαισιν αἳ φίλαντο Βηφύρου γάνοςΛειβηθρίην θʼ ὕπερθε Πιμπλείας σκοπήν,ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμονκαὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλονδῦναι, παρʼ ἱστοῖς κερκίδος ψαύσας κρότων,καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ.