εἰς πέντε που πλειῶνας ἱμείρων λέχους.οἱ δʼ ἀμφὶ βωμὸν τοῦ προμάντιος Κρόνουσὺν μητρὶ τέκνων νηπίων κρεανόμουὅρκων τὸ δευτεροῦχον ἄρσαντες ζυγὸνστερρὰν ἐνοπλίσουσιν ὠλέναις πλάτην,σωτῆρα Βάκχον τῶν πάροιθε πημάτωνΣφάλτην ἀνευάζοντες, ᾧ ποτʼ ἐν μυχοῖςΔελφινίου παρʼ ἄντρα Κερδῴου θεοῦΤαύρῳ κρυφαίας χέρνιβας κατάρξεταιὁ χιλίαρχος τοῦ πολιρραίστου στρατοῦ.ᾧ θυμάτων πρόσπαιον ἐκτίνων χάρινδαίμων Ἐνόρχης Φιγαλεὺς Φαυστήριοςλέοντα θοίνης, ἴχνος ἐμπλέξας λύγοις,σχήσει, τὸ μὴ πρόρριζον αἰστῶσαι στάχυνκείροντʼ ὀδόντι καὶ λαφυστίαις γνάθοις.λεύσσω πάλαι δὴ σπεῖραν ὁλκαίων κακῶν,σύρουσαν ἅλμῃ κἀπιροιζοῦσαν πάτρᾳδεινὰς ἀπειλὰς καὶ πυριφλέκτους βλάβας.Ὡς μή σε Κάδμος ὤφελʼ ἐν περιρρύτῳἼσσῃ φυτεῦσαι δυσμενῶν ποδηγέτην,τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε·μήδʼ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρχρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα,μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτραςμοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί·οὐκ ἂν τοσῶνδε κῦμʼ ἐπέκλυσεν κακῶν.καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνοςζέουσαν αἰθυίαισι πλεκτανοστόλοιςγραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγόταψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς,ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,αἰθυιόθρεπτος πορκέων λιναγρέτης,κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,χηλῷ κατεδρύφαξε διπτύχους γονάς.σὺν τοῖς δʼ ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς