γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροιςβουλαῖς ἀνάγνοις, ἃς ὁ Καδμίλου γόνοςἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφονφερωνύμους ἔδυψε Νηρέως τάφους,πανώλεθρον κηλῖδα θωύξας γένει,ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶνκαὶ τὴν ὁπλαῖς Ἅρπινναν Ἁρπυίαις ἴσην.τὸν δʼ αὖ τέταρτον αὐθόμαιμον ὄψεταικίρκου καταρρακτῆρος, ὅν τε συγγόνωντὰ δευτερεῖα τῆς δαϊσφάλτου πάληςλαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοιςτὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένονεἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς,τῆς ξεινοβάκχης, ὅν ποτʼ Οἰνώνης φυγάς,μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,ἀφʼ ἑπτὰ παίδων φεψάλῳ σποδουμένωνμοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον,σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ·οἱ δʼ αὖ προγεννήτειραν οὐλαμωνύμουβύκταισι χερνίψαντες ὠμησταὶ πόριν,τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ,ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸςἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,δαρὸν φαληριῶσαν οἰκήσει σπίλονΚελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,ποθῶν δάμαρτα, τήν ποτʼ ἐν σφαγαῖς κεμὰςλαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.βαθὺς δʼ ἔσω ῥηγμῖνος αὐδηθήσεταιἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,στένοντος ἄτας καὶ κενὴν ναυκληρίανκαὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένηνγραῖαν σφαγείων ἠδὲ χερνίβων πέλαςἍιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶκρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶνσάρκας λεβητίζουσα δαιταλουργίᾳ.χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην,