ὃς δή ποτʼ ἀμφώδοντος ἐξ ἄκρων λοβῶνφθέρσας κύφελλα καλλυνεῖ παρωτίδας,δαπταῖς τιτύσκων αἱμοπώταισιν φόβον.τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεταιΘραμβουσία τε δειρὰς ἥ τʼ ἐπάκτιοςστόρθυγξ Τίτωνος αἵ τε Σιθόνων πλάκεςΠαλληνία τʼ ἄρουρα, τὴν ὁ βούκερωςΒρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης.πολλῶν δʼ ἐναλλὰξ πημάτων ἀπάρξεταιΚανδαῖος ἢ Μάμερτος, ἢ τί χρὴ καλεῖντὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις;οὐ μὰν ὑπείξει γʼ ἡ ʼπιμηθέως τοκάς,ἀλλʼ ἀντὶ πάντων Περσέως ἕνα σπορᾶςστελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴπεζῷ ποτʼ ἔσται, γῆ δὲ ναυσθλωθήσεταιῥήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίαςοἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶσὺν καλίνοισι τειχέων προβλήμασιτὸν χρησμολέσχην αἰτιάσονται βλάβης,ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν.στρατῷ δʼ ἀμίκτῳ πᾶσα μὲν βρωθήσεται,φλοιῶτιν ἐκδύνουσα δίπλακα σκέπην,καρποτρόφος δρῦς ἀγριάς τʼ ὀρειθαλής.ἅπας δʼ ἀναύρων νασμὸς αὐανθήσεται,χανδὸν κελαινὴν δίψαν αἰονωμένων.κύφελλα δʼ ἰῶν τηλόθεν ῥοιζουμένωνὑπὲρ κάρα στήσουσι, Κίμμερός θʼ ὅπως,σκιὰ καλύψει πέρραν, ἀμβλύνων σέλας.Λοκρὸν δʼ ὁποῖα παῦρον ἀνθήσας ῥόδον,καὶ πάντα φλέξας, ὥστε κάγκανον στάχυν,αὖθις παλιμπλώτοιο γεύσεται φυγῆς,μόσσυνα φηγότευκτον, ὡς λυκοψίανκόρη κνεφαίαν, ἄγχι παμφαλώμενος,χαλκηλάτῳ κνώδοντι δειματουμένη.πολλοὶ δʼ ἀγῶνες καὶ φόνοι μεταίχμιοιλύσουσιν ἀνδρῶν οἱ μὲν ἐν γαίᾳ πάλαςδειναῖσιν ἀρχαῖς ἀμφιδηριωμένων,οἱ δʼ ἐν μεταφρένοισι βουστρόφοις χθονός,ἕως ἂν αἴθων εὐνάσῃ βαρὺν κλόνον,ἀπʼ Αἰακοῦ τε κἀπὸ Δαρδάνου γεγὼς