Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων,πρηνῆ θʼ ὁμαίμων πάντα κυπώσας δόμονἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμουςσῆναι Γαλάδρας τὸν στατηλάτην λύκονκαὶ σκῆπτρʼ ὀρέξαι τῆς πάλαι μοναρχίας.ᾧ δὴ μεθʼ ἕκτην γένναν αὐθαίμων ἐμὸςεἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸςπόντου τε καὶ γῆς κεἰς διαλλαγὰς μολών,πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται,σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών.τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας,εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδαςβαύζω, κενὸν ψάλλουσα μάστακος κρότον;πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε,ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη,καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν,λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν.θήσει δʼ ἀληθῆ. σὺν κακῷ δέ τις μαθών,ὅτʼ οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν,τὴν φοιβόληπτον αἰνέσει χελιδόνα.Τόσσʼ ἠγόρευε, καὶ παλίσσυτος ποσὶνἔβαινεν εἱρκτῆς ἐντός. ἐν δὲ καρδίᾳσειρῆνος ἐστέναξε λοίσθιον μέλος,Κλάρου Μιμαλλών, ἢ Μελαγκραίρας κόπιςΝησοῦς θυγατρός, ἤ τι Φίκιον τέρας,ἑλικτὰ κωτίλλουσα δυσφράστως ἔπη.ἐγὼ δὲ λοξὸν ἦλθον ἀγγέλλων, ἄναξ,σοὶ τόνδε μῦθον παρθένου φοιβαστρίας,ἐπεί μʼ ἔταξας φύλακα λαΐνου στέγηςκαὶ πάντα φράζειν κἀναπεμπάζειν λόγονἐτητύμως ἄψορρον ὤτρυνας τρόχιν.δαίμων δὲ φήμας εἰς τὸ λῷον ἐκδραμεῖντεύξειεν, ὅσπερ σῶν προκήδεται θρόνων,σώζων παλαιὰν Βεβρύκων παγκληρίαν.