καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων.λοῖσθος δʼ ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν,πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί,ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶνκρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος.ἡ δʼ αὖθις οἰστρήσασα τιμωρουμένητριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας,πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα.πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼνσκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά.σὺν ᾧ θανοῦμαι, κἀν νεκροῖς στρωφωμένητὰ λοίπʼ ἀκούσω ταῦθʼ, ἃ νῦν μέλλω θροεῖν.ὁ δεύτερος δέ, τοῦ πεφασμένου κέλωρἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην,καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼνχρησμοῖς Ἰατροῦ σὺν πολυγλώσσῳ στρατῷ.τρίτος δʼ, ἄνακτος τοῦ δρυηκόπου γόνος,τὴν τευχοπλάστιν παρθένον Βραγχησίανπαραιολίξας βῶλον ἐμπεφυρμένηννασμοῖς ὀρέξαι τῷ κεχρημένῳ δάνος,σφραγῖδα δέλτῳ δακτύλων ἐφαρμόσαι,φθειρῶν ὀρείαν νάσσεται μοναρχίαν,τὸν πρωτόμισθον Κᾶρα δῃώσας στρατόν,ὅταν κόρη κασωρὶς εἰς ἐπείσιονχλεύην ὑλακτήσασα κηκάσῃ γάμουςνυμφεῖα πρὸς κηλωστὰ καρβάνων τελεῖν.οἱ δʼ αὖ τέταρτοι τῆς Δυμαντείου σπορᾶς,Λακμώνιοί τε καὶ Κυτιναῖοι Κόδροι,οἳ Θίγρον οἰκήσουσι Σάτνιόν τʼ ὄρος,καὶ χερσόνησον τοῦ πάλαι ληκτηρίανθεᾷ Κυρίτᾳ πάμπαν ἐστυγημένου,τῆς παντομόρφου βασσάρας λαμπούριδοςτοκῆος, ἥτʼ ἀλφαῖσι ταῖς καθʼ ἡμέρανβούπειναν ἀλθαίνεσκεν ἀκμαίαν πατρός,ὀθνεῖα γατομοῦντος Αἴθωνος πτερά.ὁ Φρὺξ δʼ, ἀδελφὸν αἷμα τιμωρούμενος,πάλιν τιθηνὸν ἀντιπορθήσει χθόνατοῦ νεκροτάγου, τὰς ἀθωπεύτους δίκαςφθιτοῖσι ῥητρεύοντος ἀστεργεῖ τρόπῳ.