βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων.πάλιν δʼ ὁ πέτρας ἀσκέρας ἀνειρύσαςκαὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός,ὁ Φημίου παῖς, Σκῦρος ᾧ λυγροὺς τάφουςκρημνῶν ἔνερθεν αἰγίλιψ ῥοιζουμένωνπάλαι δοκεύει τὰς ἀταρχύτους ῥιφάς,σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίαςΜύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς,ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν,στόρνην τʼ ἀμέρσας καὶ Θεμισκύρας ἄποτὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν.ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος,ἔριν λιποῦσαι, Λάγμον, ἠδὲ Τήλαμον,καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόν τʼ ὄρος,ποινὰς ἀθέλκτους θʼ ἁρπαγὰς διζήμεναι,ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθαςἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴνΓραικοῖσιν ἀμνάμοις τε τοῖς Ἐρεχθέως.καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί,τοὺς Μοψοπείους αἰθαλώσασαι γύας.πάππος δὲ Θρῄκης οὑμὸς αἰστώσας πλάκαχώραν τʼ Ἐορδῶν καὶ Γαλαδραίων πέδον,ὅρους ἔπηξεν ἀμφὶ Πηνειοῦ ποτοῖς,στερρὰν τραχήλῳ ζεῦγλαν ἀμφιθεὶς πέδαις,ἀλκῇ νέανδρος, ἐκπρεπέστατος γένους.ἡ δʼ ἀντὶ τούτων τάρροθον βοηλάτηντὸν ἑξάπρυμνον, στέρφος ἐγχλαινούμενον,στείλασα, λίστροις αἰπὺν ἤρειψεν πάγον,τὸν ἡ παλίμφρων Γοργὰς ἐν κλήροις θεῶνκαθιερώσει, πημάτων ἀρχηγέτις.αὖθις δὲ κίρκοι, Τμῶλον ἐκλελοιπότεςΚίμψον τε καὶ χρυσεργὰ Πακτωλοῦ ποτά,καὶ νᾶμα λίμνης, ἔνθα Τυφῶνος δάμαρκευθμῶνος αἰνόλεκτρον ἐνδαύει μυχόν,Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασαν,δεινὴν Λιγυστίνοισι τοῖς τʼ ἀφʼ αἵματοςῥίζαν γιγάντων Σιθόνων κεκτημένοιςλόγχης ἐν ὑσμίναισι μίξαντες πάλην.εἷλον δὲ Πῖσαν καὶ δορίκτητον χθόναπᾶσαν κατειργάσαντο τὴν Ὄμβρων πέλας