τοσαῦτα μὲν δύστλητα πείσονται κακὰοἱ τὴν ἐμὴν μέλλοντες αἰστώσειν πάτραν.τί γὰρ ταλαίνῃ μητρὶ τῇ Προμηθέωςξυνὸν πέφυκε καὶ τροφῷ Σαρπηδόνος,ἃς πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδεςκαὶ Σαλμυδησὸς καὶ κακόξεινος κλύδων,Σκύθαισι γείτων, καρτεροῖς εἴργει πάγοις,λίμνην τε τέμνων Τάναϊς ἀκραιφνὴς μέσηνῥείθροις ὁρίζει, προσφιλεστάτην βροτοῖςχίμετλα Μαιώταισι θρηνοῦσιν ποδῶν.ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνες,οἳ τὴν βοῶπιν ταυροπάρθενον κόρηνΛέρνης ἀνηρείψαντο, φορτηγοὶ λύκοι,πλᾶτιν πορεῦσαι κῆρα Μεμφίτῃ πρόμῳ,ἔχθρας δὲ πυρσὸν ᾖραν ἠπείροις διπλαῖς.αὖθις γὰρ ὕβριν τὴν βαρεῖαν ἁρπαγῆςΚουρῆτες ἀντίποινον Ἰδαῖοι κάπροιζητοῦντες, αἰχμάλωτον ἤμπρευσαν πόρινἐν ταυρομόρφῳ τράμπιδος τυπώματιΣαραπτίαν Δικταῖον εἰς ἀνάκτορονδάμαρτα Κρήτης Ἀστέρῳ στρατηλάτῃ.οὐδʼ οἵ γʼ ἀπηρκέσθησαν ἀντʼ ἴσων ἴσαλαβόντες, ἀλλὰ κλῶπα σὺν Τεύκρῳ στρατὸνκαὶ σὺν Σκαμάνδρῳ Δραυκίῳ φυτοσπόρῳεἰς Βεβρύκων ἔστειλαν οἰκητήριον,σμίνθοισι δηρίσοντας, ὧν ἀπὸ σπορᾶςἐμοὺς γενάρχας ἐξέφυσε Δάρδανος,γήμας Ἀρίσβαν Κρῆσσαν εὐγενῆ κόρην.καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκουςταγῷ μονοκρήπιδι κλέψοντας νάκην,δρακοντοφρούροις ἐσκεπασμένην σκοπαῖς.ὃς εἰς Κύταιαν τὴν Λιβυστικὴν μολών,καὶ τὸν τετράπνην ὕδρον εὐνάσας θρόνοις,καὶ γυρὰ ταύρων βαστάσας πυριπνόωνἄροτρα, καὶ λέβητι δαιτρευθεὶς δέμας,οὐκ ἀσμένως ἔμαρψεν ἐρράου σκύλος,ἀλλʼ αὐτόκλητον ἁρπάσας κεραΐδα,τὴν γνωτοφόντιν καὶ τέκνων ἀλάστορα,εἰς τὴν λάληθρον κίσσαν ἡρματίξατο,φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο